9/12/15

Σύλληψις Αγίας Άννης

Σήμερα  η  Εκκλησία  μας  εορτάζει  την  σύλληψη  της  Αγίας  Άννης,  μητέρας  της Υπεραγίας  Θεοτόκου.  Ο  Κύριος  μας,  προετοιμάζοντας  την  επίγεια  κατοικία  Του, έστειλε  άγγελο  στο  ταπεινό  ζεύγος  Ιωακείμ  και  Άννα  για  να  προμηνύσει  την  γέννηση της  Αγίας  Παρθένου.  Η  Παρθένος  Μαρία  γεννήθηκε  με  θαυματουργό  τρόπο,  σύμφωνα με  τις  χριστιανικές  παραδόσεις.  Με  τον  τρόπο  αυτό  ο  Θεός  χάρισε  στον  Ιωακείμ  και στην  Άννα  την  Υπεραγία  Θεοτόκο,  μέσω  της  οποίας  έμελλε  να  αποκτήσει  σάρκα  ο Ιησούς  Χριστός.


Ἀπολυτίκιον. Ἦχος δ’.
Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται· τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς Ἄννης, εἰσακούων Θεός, παρ’ ἐλπίδα τεκεῖν αὐτούς, σαφῶς ὑπισχνεῖται Θεόπαιδα, ἐξ ἧς αὐτὸς ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι’ Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Ἕτερον Ἀπολυτίκιον. Ἦχος α’. Τὸν τάφον σου Σωτήρ. 
Βουλῇ τῇ θεϊκῇ, ἡ θεόκλητος Ἄννα, δεσμῶν στειρωτικῶν, λυτρωθεῖσα ἐν γήρᾳ, ἀξίως συνέλαβε, τὴν τὸν Λόγον κυήσασαν· ἣν θεώμενος, Ἰωακεὶμ ὁ θεόφρων, ἀνεβόησε· Τὶς ἀνυμνήσει Οἰκτιρμόν, βυθὸν τῆς προνοίας σου;


Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἑορτάζει σήμερον, ἡ οἰκουμένη, τὴν τῆς Ἄννης σύλληψιν, γεγενημένην ἐκ Θεοῦ· καὶ γὰρ αὐτὴ ἀπεκύησε, τὴν ὑπὲρ λόγον τὸν Λόγον κυήσασαν.

Ἕτερον Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τὴν θεοχάλκευτον λυχνίαν καὶ ἑπτάφωτον
Τῇ θεϊκῇ ἐπαγγελίᾳ ἐκομίσασθε
Ἰωακείμ τε καὶ Ἄννα μετ’ εὐφροσύνης.
Ἀλλ’ ὡς θεῖοι τοῦ Παντάνακτος Προπάτορες
Ἀπὸ πάσης ἡμᾶς ῥύσασθε κακώσεως  
Τοὺς κραυγάζοντας, χαίροις ζεῦγος θεόλεκτον.



Μεγαλυνάριον.
Σήμερον ἡ Ἄννα ἡ εὐκλεής, φύσεως τοῖς νόμοις, συλλαμβάνει θείᾳ βουλῇ, τὴν τὸν Θεὸν Λόγον, ὑπερφυῶς τεκοῦσαν· τὴν σύλληψιν οὖν ταύτης φαιδρῶς αἰνέσωμεν.

Δεν υπάρχουν σχόλια: