«Τη αυτή ημέρα, μνήμη της ανακομιδής των λειψάνων
των Αγίων και Θαυματουργών Αναργύρων Κύρου και Ιωάννου· και της Αγίας Μάρτυρος
Αθανασίας και των τριών αυτής θυγατέρων και παρθένων Θεοδότης, Θεοκτίστης και
Ευδοξίας».
Οι Άγιοι Μάρτυρες Κύρος και Ιωάννης, Αθανασία, Θεοδότη, Θεοκτίστη και Ευδοξία († 31 Ιανουαρίου) άθλησαν κατά την εποχή του αυτοκράτορος Διοκλητιανού (284 – 305 μ.Χ.). Σήμερα εορτάζεται η εύρεση των ιερών λειψάνων αυτών. Η Σύναξή τους ετελείτο «εν τοις Φωρακίου και εν ταις Αρκαδιαιναίς».

Ἀπολυτίκιον.
Ἦχος γ’. Θείας πίστεως.
Θείας χάριτος, τῇ ἐνεργείᾳ, ἀναβλύζοντα, θαυμάτων ῥεῖθρα, ἀναργύρως τὰ σεπτὰ ἡμῶν λείψανα, ἐκ τῶν λαγόνων τῆς γῆς κόσμῳ ἔλαμψαν, Κῦρε θεόφρον, Ἰωάννη τε ἔνδοξε· ὅθεν ἅπαντες, τὴν τούτων τιμῶντες εὕρεσιν, αἰτοῦμεν δι’ ἡμῶν τὸ μέγα ἔλεος.

Κοντάκιον.
Ἦχος πλ. β’. Χειρόγραφον εἰκόνα.
Τὸ μέγα ἰατρεῖον τῆς οἰκουμένης, τὸ ζεῦγος τοῦ Χριστοῦ τὸ πεποθημένον, τοὺς φωστῆρας τοὺς ἐκλάμποντας, ταῖς αὐγαῖς τῶν ἰάσεων, ὑμνήσωμεν πιστοὶ μεγαλοφώνως, ἔνδον τοῦ ναοῦ αὐτὸν βοῶντες· Κῦρος καὶ Ἰωάννης, οἱ χορηγοὶ τῶν θαυμάτων, καὶ ἰατροὶ τῶν νοσούντων, αὐγάζουσι τὰ πέρατα.

Μεγαλυνάριον.
Ρεῖθρα ἰαμάτων παντοδαπῶν, βλύζοντα τῷ κόσμῳ, ἀνεφάνησαν ἐκ τῆς γῆς, ὑμῶν νῦν τὰ σκήνη, Κῦρε καὶ Ἰωάννη, ἐξ ὧν ῥῶσιν τρυγῶμεν, ψυχῆς καὶ σώματος.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου