Η μνήμη του
Αγίου Κυρίλλου, Αρχιεπισκόπου Αλεξανδρείας, τιμάται από την Εκκλησία στις 18
Ιανουαρίου, όπου και ο
Βίος του. Στον Κώδικα 227 Πετρουπόλεως κατά την 9η Ιουνίου
σημειώνεται η «μνήμη ανακομιδής του Αγίου Κυρίλλου». Κατά την ημέρα
αυτή
της μνήμης του Αγίου αναφέρονται τα ακόλουθα δίστιχα:
«Κύριλλον
ὑμνώ του Κυρίου μου φίλον
και Κυρίας
πρόμαχον Αειπαρθένου».
«Θανών Κύριλλος
της Αλεξάνδρου Πάπας
προς Κύριον μετήλθε πάντων Κυρίων».
προς Κύριον μετήλθε πάντων Κυρίων».
Ἀπολυτίκιον.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς
κῦρος οὐράνιον, θεολογία ἡ σή, βραβεύει ἐν Πνεύματι, τῇ Ἐκκλησίᾳ Χριστοῦ, τὴν
χάριν τὴν ἔνθεον· σὺ γὰρ καθυπογράψας τῆς Τριάδος τὴν δόξαν, μύστης τῆς
Θεοτόκου, καὶ ὑπέρμαχος ὤφθης, παρ’ ἧς λαμπρῶς δεδόξασαι, Ἱεράρχα Κύριλλε.
Ἕτερον
Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῇ σοφίᾳ τῇ θείᾳ καλλωπιζόμενος, τῆς Συνόδου τῆς τρίτης ἐδείχθης ἔξαρχος, καὶ καθεῖλες τὸν δεινὸν Πάτερ Νεστόριον, καὶ Θεοτόκον τὴν Ἁγνήν, ἀνεκήρυξας λαμπρῶς, ὦ Κύριλλε Ἱεράρχα, Ἀλεξανδρέων ἡ δόξα, τῆς Ἐκκλησίας ὁ διδάσκαλος.

Κοντάκιον.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὰς
τῶν αἱρέσεων πλοκὰς διαρρήξας, ἐν τῇ δυνάμει τοῦ Χριστοῦ θείοις λόγοις, τὴν
Ἐκκλησίαν Κύριλλε ἐπλούτισας, πάντα τὰ ζιζάνια, Νεστορίου ἐκκόψας· ὅθεν καὶ
παρίστασαι, σὺν Ἀγγέλων χορείαις, Χριστῷ πρεσβεύων μάκαρ ἐκτενῶς, πᾶσι
πταισμάτων, δωρήσασθαι ἄφεσιν.
Ἕτερον
Κοντάκιον. Ἦχος πλ. β’. Τὴν ὑπὲρ ἡμῶν.
Ἄβυσσον ἡμῖν, δογμάτων θεολογίας, ἔβλυσας σαφῶς, ἐκ τῶν πηγῶν τοῦ Σωτῆρος, τὰς αἱρέσεις κατακλύζουσαν μακάριε, καὶ τὸ ποίμνιον ἀλώβητον, τρικυμίαις διασώζουσαν· τῶν περάτων καὶ γὰρ Ὅσιε, ὑπάρχεις καθηγητής, ὡς τὰ θεῖα σοφῶν.

Μεγαλυνάριον.
Ρήτωρ εὐσεβείας ἀναδειχθείς, δογμάτων τὸν λόγον, θεηγόρως διατρανοῖς, καὶ τὴν τοῦ Σωτῆρος, πανάφθορον Μητέρα, κηρύττεις Θεοτόκον, πάνσοφε Κύριλλε.
Ρήτωρ εὐσεβείας ἀναδειχθείς, δογμάτων τὸν λόγον, θεηγόρως διατρανοῖς, καὶ τὴν τοῦ Σωτῆρος, πανάφθορον Μητέρα, κηρύττεις Θεοτόκον, πάνσοφε Κύριλλε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου