24/9/15

Μνήμη Θαύματος της Θεοτόκου και Αειπαρθένου Μαρίας της Μυρτιδιωτίσσης

Το  γεγονός  έλαβε  χώρα  στον Ιερό  Ναό  των Μυρτιδίων στο νησί  Κύθηρα, όταν θεράπευσε παράλυτο.   
Λεπτομέρειες  για το  γεγονός  αυτό, καθώς  και  για τις  παραδόσεις  της ευρέσεως της Αγίας  εικόνας της Παναγίας της  Μυρτιδιωτίσσης, βλέπε στον Συναξαριστή του Ματθαίου Λαγγή, αυτή την ημέρα, τόμος 9ος  σελίδα  514, έκδοση  5η, 1992.


Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.           
Ὡς κρήνη ἀκένωτος, τῶν παρὰ σοὶ ἀγαθῶν, Εἰκών σου ἡ πάνσεπτος, τοῖς Κυθηρίοις ἁγνή, ἐδόθη κραυγάζουσι· χαῖρε ἡ προστασία, πάντων τῶν δεομένων· χαῖρε ἡ σωτηρία, τῶν τιμώντων σε πόθῳ· χαῖρε ἡ τῷ παραλύτῳ, τὴν ἴασιν βραβεύσασα.


Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῇ Θεοτόκῳ οἱ πιστοὶ νῦν προσπελάσωμεν
Ὡς χορηγούσῃ δαψιλῶς πᾶσιν ἰάματα,
Ἀναμέλποντες ἐφύμνια μετὰ πόθου.
Ἀλλ’ ὡς ἤγειρας παράλυτον, Θεόνυμφε,
Ἀπὸ πάσης ἡμᾶς ῥῦσαι περιστάσεως  
Τοὺς σοὶ κράζοντας· χαῖρε δόξα παγκόσμιος.



Μεγαλυνάριον.
Ὤφθης τῶν Κυθήρων καταφυγή, ἐξαιρέτῳ τρόπῳ, ἀναβλύζουσα ἐν αὐτοῖς, ἐκ τῆς σῆς Εἰκόνος, προνοίας σου τὰ ῥεῖθρα, ὦ Κεχαριτωμένη· διὸ ὑμνοῦμέν σε.

Δεν υπάρχουν σχόλια: