Μνήμη τρίτης εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου
| |||||||||||||||
Αὐτὴ κανονικὰ θὰ ἔπρεπε νὰ θεωρεῖται ὡς δεύτερη εὕρεση, ἀφοῦ πουθενὰ δὲν ἀναφέρεται ἄλλη, παρὰ μόνο ἡ πρώτη (24 Φεβρουαρίου). Ἡ εὕρεση αὐτὴ ἔγινε ἀπὸ κάποιον ἄγνωστο ἱερέα στὰ Κόμανα τῆς Καππαδοκίας, μέσα σὲ ἀργυρὴ θήκη, σὲ ἱερὸ τόπο καὶ μεταφέρθηκε μὲ μεγάλη ἐπισημότητα καὶ πομπὴ στὴν Κωνσταντινούπολη, ὅπου κατατέθηκε στὴ Μονὴ τοῦ Στουδίου. Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.Ὡς θεῖον θησαύρισμα ἐγκεκρυμμένον τῇ γῇ, Χριστὸς ἀπεκάλυψε, τὴν Κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε· πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτης εὑρέσει, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σῲζοντα ἡμᾶς ἐκ φθορᾶς, ταῖς ἱκεσίαις σου. Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν. Προφῆτα Θεοῦ, καὶ Πρόδρομε τῆς χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον, ἐκ τῆς γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν, καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν. Ἕτερον Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ. Ὡς οὐρανίων δωρεῶν πηγὴ θεόβρυτος Τῇ Ἐκκλησίᾳ ἐκ βυθοῦ τῆς γῆς ἀνέλαμψε Ἡ ἁγία Κεφαλή σου Χριστοῦ Προφῆτα Ἧς τὴν τρίτην ἑορτάζοντες φανέρωσιν Ἀνυμνοῦμεν τῶν θαυμάτων σου τὸ μέγεθοςΚαὶ βοῶμέν σοι, χαῖρε Λόγου ὁ Πρόδρομος. Μεγαλυνάριον.Τρίτην τῆς παντίμου σου Κεφαλῆς, μνείαν ἐκτελοῦμεν, ἣν ἐδόξασεν ἡ Τριάς, Βαπτιστὰ Κυρίου· ἐκ γῆς γὰρ τρίτως ὤφθη, μετανοεῖτε πᾶσιν, ἀνακραυγάζουσα. |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου