Εἶναι ἄγνωστο ἀπὸ ποῦ καταγόταν καὶ πότε ἄθλησε ὁ Ἅγιος Ἱερομάρτυς Εὐτύχιος. Ἀναδείχθηκε σὲ Ἐπίσκοπο Μελιτηνῆς, ὅμως λόγῳ τῆς Χριστιανικῆς δράσεώς του συνελήφθη, ἀρνήθηκε δὲ νὰ θυσιάσει στὰ εἴδωλα, καὶ μετὰ ἀπὸ πολλὰ βασανιστήρια ρίχθηκε στὸ νερό, ὅπου βρῆκε μαρτυρικὸ θάνατο.
Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.Ὡς εὐτυχήσας ἀρετῶν ταῖς ἰδέαις, τῆς τῶν Μαρτύρων εὐκληρίας μετέσχες, Ἱερομάρτυς ἔνδοξε παμμάκαρ Εὐτυχές· σὺ γὰρ τῷ Θεῷ ἡμῶν, καθαρῶς ὑπουργήσας, αἵμασιν ἐφοίνιξας, τὴν ἁγίαν στολήν σου· μεθ’ ἧς Χριστῷ καὶ νῦν ἱερουργῶν, ἀεὶ δυσώπει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κοντάκιον. Ἦχος β’. Τοῖς αἱμάτων σου.Τῆς Ἐκκλησίας στερρῶς προϊστάμενος, ὑπὲρ αὐτῆς τὴν ψυχὴν Πάτερ τέθεικας· ἣν νῦν ἀπαρέγκλιτον φύλαττε, τῆς εὐσεβείας τοῖς δόγμασιν Ὅσιε· αὐτῆς γὰρ Εὐτυχὲς ἑδραίωμα.
Μεγαλυνάριον.Κῆρυξ εὐτυχίας τῆς ἀληθοῦς, τοῖς ἐν ἀγνωσίᾳ, χρημάτισας ἱερουργέ, τῆς τοῦ μαρτυρίου, πλουτοποιοῦ εὐκλείας, ὦ Εὐτυχὲς ἐπέβης, ἀγωνισάμενος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου