28/6/12

Ἀνακομιδὴ Τιμίων Λειψάνων Ἁγίων Κύρου καὶ Ἰωάννου τῶν Ἀναργύρων καὶ Θαυματουργῶν καὶ τῶν σὺν αὐτοῖς


«Τῇ αὐτῇ ἡμέρα, μνήμη τῆς ἀνακομιδῆς τῶν λειψάνων τῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κύρου καὶ Ἰωάννου· καὶ τῆς Ἁγίας Μάρτυρος Ἀθανασίας καὶ τῶν τριῶν αὐτῆς θυγατέρων καὶ παρθένων Θεοδότης, Θεοκτίστης καὶ Εὐδοξίας».Οἱ Ἅγιοι Μάρτυρες Κύρος καὶ Ἰωάννης, Ἀθανασία, Θεοδότη, Θεοκτίστη καὶ Εὐδοξία ( 31 Ἰανουαρίου) ἄθλησαν κατὰ τὴν ἐποχὴ τοῦ αὐτοκράτορος Διοκλητιανοῦ (284 – 305 μ.Χ.). Σήμερα ἑορτάζεται ἡ εὕρεση τῶν ἱερῶν λειψάνων αὐτῶν. Ἡ Σύναξή τους ἐτελεῖτο «ἐν τοῖς Φωρακίου καὶ ἐν ταῖς Ἀρκαδιαιναῖς».

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.Θείας χάριτος, τῇ ἐνεργείᾳ, ἀναβλύζοντα, θαυμάτων ῥεῖθρα, ἀναργύρως τὰ σεπτὰ ἡμῶν λείψανα, ἐκ τῶν λαγόνων τῆς γῆς κόσμῳ ἔλαμψαν, Κῦρε θεόφρον, Ἰωάννη τε ἔνδοξε· ὅθεν ἅπαντες, τὴν τούτων τιμῶντες εὕρεσιν, αἰτοῦμεν δι’ ἡμῶν τὸ μέγα ἔλεος.

Κοντάκιον. Ἦχος πλ. β’. Χειρόγραφον εἰκόνα.Τὸ μέγα ἰατρεῖον τῆς οἰκουμένης, τὸ ζεῦγος τοῦ Χριστοῦ τὸ πεποθημένον, τοὺς φωστῆρας τοὺς ἐκλάμποντας, ταῖς αὐγαῖς τῶν ἰάσεων, ὑμνήσωμεν πιστοὶ μεγαλοφώνως, ἔνδον τοῦ ναοῦ αὐτὸν βοῶντες· Κῦρος καὶ Ἰωάννης, οἱ χορηγοὶ τῶν θαυμάτων, καὶ ἰατροὶ τῶν νοσούντων, αὐγάζουσι τὰ πέρατα.

Μεγαλυνάριον.Ρεῖθρα ἰαμάτων παντοδαπῶν, βλύζοντα τῷ κόσμῳ, ἀνεφάνησαν ἐκ τῆς γῆς, ὑμῶν νῦν τὰ σκήνη, Κῦρε καὶ Ἰωάννη, ἐξ ὧν ῥῶσιν τρυγῶμεν, ψυχῆς καὶ σώματος.

Δεν υπάρχουν σχόλια: