23/4/12

Σύναξις Ὑπεραγίας Θεοτόκου τῆς Χρυσαφιτίσσης


Ἡ Ὑπεραγία Θεοτόκος ἡ Χρυσαφίτισσα ἐξαίρετον χάριν καὶ ἴασιν παρέχει εἰς τοὺς πάσχοντας ἐκ νευρολογικῶν καὶ ψυχολογικῶν προβλημάτων καὶ θλίψεων. Αὕτης τῆς Ἱερᾶς Εἰκόνος ἡ Σύναξις ἑορτάζεται τὴν Δευτέραν τοῦ Θωμᾶ. Ἡ χάρις καὶ ἡ σκέπη καὶ βοήθειά Της μετὰ πάντων τῶν ἐπικαλουμένων τὴν ἀντίληψίν της.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.Ὡς δῶρον οὐράνιον τῇ εὐδοκίᾳ τῇ σῇ, ἡ πόλις ἐκτήσατο, Μονεμβασίας Ἁγνή, τὴν θείαν Εἰκόνα σου· ᾗπερ καὶ προσιοῦσα, Χρυσαφίτισσα Κόρη, λαμβάνει ἀεὶ ἐκ ταύτης, πᾶσαν χάριν βοῶσα· Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ.

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ Ὑπερμάχῳ.Τῇ προστασίᾳ σου Παρθένε Χρυσαφίτισσα, ἀεὶ προστρέχοντες κινδύνων ἐκλυτρούμεθα, τὰς πολλὰς σου ἀνυμνοῦντες εὐεργεσίας. Ἀλλ’ ὡς σκέπη καὶ θερμὸν ἡμῶν προσφύγιον. Πᾶσι δίδου τὰ αἰτήματα ἑκάστοτε, τοῖς βοῶσί σοι, χαῖρε πάντων ἡ Ἄνασσα.

Μεγαλυνάριον.Χαῖρε Χρυσαφίτισσα Μαριάμ, τῆς Μονεμβασίας, ἡ ἀντίληψις ἡ θερμή· χαῖρε ἡ διδοῦσα ἰάσεις τοῖς αἰτοῦσι, τῶν θλιβομένων χαῖρε τὸ παραμύθιον.

Δεν υπάρχουν σχόλια: