2/1/12

Ἅγιος Γρηγόριος ὁ Θεολόγος Λόγος εἰς τὰ Θεοφάνεια



Πρωτότυπον: ΛΟΓΟΣ ΛΗ´. Εἰς τὰ Θεοφάνια, εἴτουν Γενέθλια τοῦ Σωτῆρος.
Gregorius Nazianzenus Theol. : In theophania (orat. 38): Volume 36, page 333.

Α´. Χριστὸς γεννᾶται, δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ· καὶ, ἵν᾿ ἀμφότερα συνελὼν εἴπω, Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ, διὰ τὸν ἐπουράνιον, εἶτα ἐπίγειον. Χριστὸς ἐν σαρκὶ, τρόμῳ καὶ χαρᾷ ἀγαλλιᾶσθε· τρόμῳ, διὰ τὴν ἁμαρτίαν· χαρᾷ, διὰ τὴν ἐλπίδα. Χριστὸς ἐκ Παρθένου· γυναῖκες παρθενεύετε, ἵνα Χριστοῦ γένησθε μητέρες. Τίς οὐ προσκυνεῖ τὸν ἀπ᾿ ἀρχῆς; τίς οὐ δοξάζει τὸν τελευταῖον;
Β´. Πάλιν τὸ σκότος λύεται, πάλιν τὸ φῶς ὑφίσταται, πάλιν Αἴγυπτος σκότῳ κολάζεται, πάλιν Ἰσραὴλ στύλῳ φωτίζεται. Ὁ λαός, ὁ καθήμενος ἐν σκότει τῆς ἀγνοίας, ἰδέτω φῶς μέγα τῆς ἐπιγνώσεως. Τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὸ γράμμα ὑποχωρεῖ, τὸ πνεῦμα πλεονεκτεῖ, αἱ σκιαὶ παρατρέχουσιν, ἡ ἀλήθεια ἐπεισέρχεται. Ὁ Μελχισεδὲκ συνάγεται· ὁ ἀμήτωρ, ἀπάτωρ γίνεται· ἀμήτωρ τὸ πρότερον, ἀπάτωρ τὸ δεύτερον. Νόμοι φύσεως καταλύονται. Πληρωθῆναι δεῖ τὸν ἄνω κόσμον. Χριστὸς κελεύει· μὴ ἀντιτείνωμεν. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ (τῷ γὰρ σταυρῷ συνεπαίρεται), καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς, τῆς τοῦ Πατρὸς, Ἄγγελος. Ἰωάννης βοάτω· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Κἀγὼ βοήσομαι τῆς ἡμέρας τὴν δύναμιν· Ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, ὁ ἀόρατος ὁρᾶται, ὁ ἀναφὴς ψηλαφᾶται, ὁ ἄχρονος ἄρχεται, ὁ Υἱὸς τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου γίνεται, Ἰησοῦς Χριστὸς, χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Ἰουδαῖοι σκανδαλιζέσθωσαν, Ἕλληνες διαγελάτωσαν, αἱρετικοὶ γλωσσαλγείτωσαν. Τότε πιστεύσουσιν, ὅταν ἴδωσιν εἰς οὐρανὸν ἀνερχόμενον· εἰ δὲ μὴ τότε, ἀλλ᾿ ὅταν ἐξ οὐρανῶν ἐρχόμενον, καὶ ὡς κριτὴν καθεζόμενον.
Γ´. Ταῦτα μὲν ὕστερον. Τὰ δὲ νῦν Θεοφάνια, ἡ πανήγυρις, εἴτουν Γενέθλια· λέγεται γὰρ ἀμφότερα, δύο κειμένων προσηγοριῶν ἑνὶ πράγματι. Ἐφάνη γὰρ Θεὸς ἀνθρώποις διὰ γεννήσεως· τὸ μὲν ὤν, καὶ ἀεὶ ὢν ἐκ τοῦ ἀεὶ ὄντος, ὑπὲρ αἰτίαν καὶ λόγον (οὐδὲ γὰρ ἦν τοῦ Λόγου λόγος ἀνώτερος)· τὸ δὲ, δι᾿ ἡμᾶς γενόμενος ὕστερον, ἵν᾿ ὁ τὸ εἶναι δοὺς, καὶ τὸ εὖ εἶναι χαρίσηται· μᾶλλον δὲ, ῥεύσαντας ἡμᾶς ἀπὸ τοῦ εὖ εἶναι διὰ κακίαν, πρὸς αὐτὸ πάλιν ἐπαναγάγῃ διὰ σαρκώσεως. Ὄνομα δὲ, τῷ φανῆναι μὲν, Θεοφάνια· τῷ δὲ γεννᾶσθαι, Γενέθλια.
Δ´. Τοῦτό ἐστιν ἡμῖν ἡ πανήγυρις, τοῦτο ἑορτάζομεν σήμερον, ἐπιδημίαν Θεοῦ πρὸς ἀνθρώπους, ἵνα πρὸς Θεὸν ἐνδημήσωμεν, ἢ ἐπανέλθωμεν (οὕτω γὰρ εἰπεῖν οἰκειότερον), ἵνα τὸν παλαιὸν ἄνθρωπον ἀποθέμενοι, τὸν νέον ἐνδυσώμεθα· καὶ ὥσπερ ἐν τῷ Ἀδὰμ ἀπεθάνομεν, οὕτως ἐν τῷ Χριστῷ ζήσωμεν, Χριστῷ καὶ συγγεννώμενοι, καὶ συσταυρούμενοι, καὶ συνθαπτόμενοι, καὶ συνανιστάμενοι. Δεῖ γάρ με παθεῖν τὴν καλὴν ἀντιστροφήν· καὶ ὥσπερ ἐκ τῶν χρηστοτέρων, ἦλθε τὰ λυπηρὰ, οὕτως ἐκ τῶν λυπηρῶν, ἐπανελθεῖν τὰ χρηστότερα. Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· καὶ εἰ ἡ γεῦσις κατέκρινε, πόσῳ μᾶλλον τὸ Χριστὸν παθεῖν ἐδικαίωσεν; Τοιγαροῦν ἑορτάζωμεν, μὴ πανηγυρικῶς, ἀλλὰ θεϊκῶς· μὴ κοσμικῶς, ἀλλ᾿ ὑπερκοσμίως· μὴ τὰ ἡμέτερα, ἀλλὰ τὰ τοῦ ἡμετέρου, μᾶλλον δὲ τὰ τοῦ Δεσπότου· μὴ τὰ τῆς ἀσθενείας, ἀλλὰ τὰ τῆς ἰατρείας· μὴ τὰ τῆς πλάσεως, ἀλλὰ τὰ τῆς ἀναπλάσεως.



Ἀπόδοση στὴ Νεοελληνική


Α´. Χριστὸς γεννᾶται, ἂς τὸν δοξάσετε· ὁ Χριστὸς ἔρχεται ἀπὸ τοὺς οὐρανούς, ἂς τὸν προϋπαντήσετε· ὁ Χριστὸς εὑρίσκεται ἐπὶ τῆς γῆς, ἂς ὑψωθῆτε. «Δοξολογήσατε τὸν Κύριον, ὅλη ἡ γῆ», καὶ διὰ νὰ τὰ εἴπω καὶ τὰ δύο μὲ μία λέξιν, ἂς εὐφρανθοῦν οἱ οὐρανοὶ καὶ ἂς νιώση ἀγαλλίασιν ἡ γῆ διὰ τὸν οὐράνιον ὁ ὁποῖος ἔγινεν ἐπίγειος. Ὁ Χριστὸς ἐσαρκώθη, νιώσατε ἀγαλλίασιν ἀπὸ χαρὰ καὶ τρόμον. Ἀπὸ τρόμον ἐξ αἰτίας τῆς ἁμαρτίας· ἀπὸ χαρὰν ἐξ αἰτίας τῆς ἐλπίδος. Ὁ Χριστὸς ἐγεννήθη ἀπὸ τὴν Παρθένον. Γυναῖκες, παραμένετε παρθένοι γιὰ νὰ γίνετε μητέρες τοῦ Χριστοῦ. Ποιὸς δὲν ἀποδίδει λατρείαν εἰς ἐκεῖνον ὁ ὁποῖος προϋπῆρχεν ἀπ᾿ ἀρχῆς; Ποιὸς δὲν δοξολογεῖ ἐκεῖνον ὁ ὁποῖος ἐνεφανίσθη τώρα τελευταία;
Β´. Πάλιν διαλύεται τὸ σκοτάδι, πάλιν ἐμφανίζεται τὸ φῶς. Πάλιν ἡ Αἴγυπτος τιμωρεῖται μὲ σκότος, πάλιν ὁ ἰσραηλιτικὸς λαὸς φωτίζεται μὲ στήλην πυρός. Ὁ λαὸς ὁ ὁποῖος κάθεται εἰς τὸ σκότος ἂς ἴδῃ τὸ λαμπρὸν φῶς τῆς κατανοήσεως τῶν θείων μυστηρίων. «Τὰ παλιὰ ἔχουν περάσει· ἰδοὺ τὰ πάντα ἔχουν γίνει νέα». Τὸ γράμμα ὑποχωρεῖ καὶ τὸ πνεῦμα ἀναδεικνύεται. Αἱ σκιαὶ ἀπομακρύνονται καὶ ἔρχεται εἰς τὴν θέσιν των ἡ ἀλήθεια. Ὁ τύπος τοῦ Μελχισεδὲκ ἐκπληρώνεται. Ὁ ἀμήτωρ γίνεται ἀπάτωρ. Ἦτο ἀμήτωρ προηγουμένως καὶ τώρα γίνεται ἀπάτωρ. Οἱ φυσικοὶ νόμοι καταλύονται. Ὁ οὐράνιος κόσμος πρέπει νὰ συμπληρωθεῖ. Ὁ Χριστὸς προστάζει ἂς μὴν ἀντιστεκόμαστε. «Ὅλοι οἱ λαοὶ ἂς χειροκροτήσετε» ἐπειδὴ ἐγεννήθη εἰς ἡμᾶς παιδίον, μᾶς ἐδόθη υἱός, εἰς τοὺς ὤμους τοῦ ὁποίου ἐβρίσκεται ἡ ἐξουσία (διότι ἐξυψώνεται μαζὶ μὲ τὸν σταυρὸν) καὶ ὁ ὁποῖος ὀνομάζεται ἀγγελιοφόρος μεγάλης θελήσεως (τῆς θελήσεως τοῦ Πατρός). Ὁ Ἰωάννης ἂς βροντοφωνήσει: «ἑτοιμάσατε τὸν δρόμον τοῦ Κυρίου»! Καὶ ἐγὼ θὰ διαλαλήσω τὴν σημασίαν τῆς ἡμέρας: Ὁ ἄσαρκος παίρνει σάρκα. Ὁ Λόγος ἑνώνεται μὲ τὴν ὕλην. Ὁ ἀόρατος γίνεται ὁρατός. Ἐκεῖνος τὸν ὁποῖο δὲν ἠμποροῦσε νὰ ἐγγίσῃ κανείς, ἠμπορεῖ νὰ ψηλαφηθῆ. Ὁ ἄχρονος ἀποκτᾷ ἀρχήν. Ὁ Υἱὸς τοῦ Θεοῦ γίνεται Υἱὸς ἀνθρώπου, «ὁ Ἰησοῦς Χριστός, ὁ ὁποῖος ἦτο χθές, εἶναι σήμερον καὶ θὰ παραμείνει ὁ ἴδιος εἰς τοὺς αἰῶνας». Οἱ Ἰουδαῖοι ἂς σκανδαλίζονται. Οἱ Ἕλληνες ἂς εἰρωνεύονται καὶ οἱ αἱρετικοὶ ἂς κουράζονται μὲ τὰς φλυαρίας των. Θὰ τὸν πιστεύσουν, ὅταν θὰ τὸν ἰδοῦν νὰ ἀνέρχεται εἰς τὸν οὐρανόν. Καὶ ἂν ὄχι τότε, ὁπωσδήποτε ὅταν θὰ τὸν ἰδοῦν νὰ ἔρχεται ἀπὸ τοὺς οὐρανοὺς καὶ νὰ κάθεται ὡς κριτής.
Γ´. Αὐτὰ ὅμως ἀργότερα. Σήμερα ἡ πανήγυρις εἶναι τὰ Θεοφάνεια, δηλαδὴ ἡ Γέννησις. Διότι λέγονται καὶ τὰ δύο, ἐπειδὴ δι᾿ ἕνα καὶ τὸ αὐτὸ πρᾶγμα ὑπάρχουν δύο ὀνόματα. Διότι ὁ Θεὸς ἐφανερώθη εἰς τοὺς ἀνθρώπους διὰ τῆς γεννήσεως. Καὶ ὑπῆρχε μὲν πρίν, καὶ ὑπῆρχε πάντοτε, προερχόμενος ἀπὸ τὸν πάντοτε ὑπάρχοντα, πάνω ἀπὸ κάθε αἰτίαν καὶ λογικὴν (ἐπειδὴ δὲν ὑπῆρχε λόγος ἀνώτερος ἀπὸ τὸν Λόγον), ἀλλὰ μετὰ ἔλαβε σῶμα πρὸς χάριν μας, διὰ νὰ μᾶς χαρίσει τὴν εὐτυχῆ ὕπαρξιν, ἐκεῖνος ὁ ὁποῖος μᾶς ἔδωσε τὴν ὕπαρξιν ἢ καλύτερα, διὰ νὰ μᾶς ἐπαναφέρει μὲ τὴν σάρκωσίν του εἰς τὴν εὐτυχῆ ὕπαρξιν ἀπὸ τὴν ὁποία εἴχαμε ἀπομακρυνθεῖ ἐξ αἰτίας τῆς κακίας μας. Καὶ εἰς μὲν τὴν ἐμφάνισιν δίδεται τὸ ὄνομα Θεοφάνεια, εἰς δὲ τὴν γέννησιν, Γενέθλια.
Δ´. Αὐτὸ εἶναι δι᾿ ἡμᾶς τὸ νόημα τῆς πανηγύρεως καὶ αὐτὸ ἑορτάζομεν σήμερα: Τὸν ἐρχομὸ τοῦ Θεοῦ πρὸς τοὺς ἀνθώπους, διὰ νὰ ἔλθωμεν νὰ κατοικήσωμεν κοντὰ εἰς τὸν Θεόν, ἢ διὰ νὰ ἐπανέλθωμεν (διότι ἔτσι νομίζω ὅτι εἶναι σωστότερον νὰ εἰπωθῇ), διὰ νὰ ἐνδυθῶμεν τὸν νέον ἄνθρωπον, ἀφοῦ ἐγκαταλείψωμεν τὸν παλαιόν. Καὶ ὅπως ἔχομεν ἀποθάνει μαζὶ μὲ τὸν Ἀδάμ, ἔτσι ἂς ζήσωμεν μαζὶ μὲ τὸν Χριστόν, ἂς γεννηθῶμεν μαζί του, ἂς συσταυρωθῶμεν καὶ ἂς ταφῶμεν μαζί του, διὰ ν᾿ ἀναστηθῶμεν μὲ τὴν ἀνάστασίν του. Διότι πρέπει νὰ ὑπομείνω τὴν ἀντίστροφον πορείαν, ἡ ὁποία ὁδηγεῖ εἰς τὸ ἀγαθόν. Καὶ ὅπως ἀπὸ τὰ πιὸ εὐχάριστα ἦλθαν τὰ δυσάρεστα, ἔτσι καὶ ἀπὸ τὰ δυσάρεστα νὰ ἐπανέλθουν τὰ πιὸ εὐχάριστα. «Διότι ἐκεῖ ποὺ ηὐξήθη σημαντικὰ ἡ ἁμαρτία, ἐκεῖ ἐδόθη πλουσιοπάροχα καὶ ἡ χάρις». Καὶ ἂν ἡ γεῦσις ἐπέφερε τὴν καταδίκην, δὲν ἐδικαίωσε, πολὺ περισσότερο τὸ πάθος τοῦ Χριστοῦ; Ἂς ἑορτάζομεν ἑπομένως ὄχι μὲ δημοσίας πανηγύρεις, ἀλλὰ κατὰ τρόπον θεϊκόν. Ὄχι κατὰ τρόπον κοσμικόν, ἀλλὰ κατὰ τρόπον ὑπερκόσμιον. Ὄχι τὰ ἰδικά μας ἀλλὰ πολὺ περισσότερον τὰ τοῦ Κυρίου. Ὄχι τὰ σχετικὰ μὲ τὴν ἀσθένειαν, ἀλλὰ τὰ σχετικὰ μὰ τὴν θεραπείαν. Ὄχι τῆς δημιουργίας ἀλλὰ τὰ τῆς ἀναδημιουργίας.

Δεν υπάρχουν σχόλια: